Home >  Passages > Euripides Medea 663-823

Third episode: Aegeus arrives on his way back from Delphi. He sympathises with Medea's plight and offers her safe haven in Athens. Medea announces her plans to kill Creon's wife and her own children.
ΑἰγεύςΜήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
Μήδειαὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,665
Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον;
ΑἰγεύςΦοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
Μήδειατί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
Αἰγεύςπαίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι.
Μήδειαπρὸς θεῶν, ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον;670
Αἰγεύςἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
Μήδειαδάμαρτος οὔσης ἢ λέχους ἄπειρος ὤν;
Αἰγεύςοὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
Μήδειατί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
Αἰγεύςσοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη.675
Μήδειαθέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
Αἰγεύςμάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
Μήδειατί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν.
Αἰγεύςἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα...
Μήδειαπρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα;680
Αἰγεύςπρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.
Μήδειασὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;
ΑἰγεύςΠιτθεύς τις ἔστι, γῆς ἄναξ Τροζηνίας.
Μήδειαπαῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.
Αἰγεύςτούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω.685
Μήδειασοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.
Αἰγεύςκἀμοί γε πάντων φίλτατος δορυξένων.
Μήδειαἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.
Αἰγεύςτί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε;
ΜήδειαΑἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.690
Αἰγεύςτί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
Μήδειαἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
Αἰγεύςτί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
Μήδειαγυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει.
Αἰγεύςοὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε;695
Μήδειασάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
Αἰγεύςπότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
Μήδειαμέγαν γ’ ἔρωτα· πιστὸς οὐκ ἔφυ φίλοις.
Αἰγεύςἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
Μήδειαἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.700
Αἰγεύςδίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον.
ΜήδειαΚρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
Αἰγεύςσυγγνωστὰ μέντἄρ’ ἦν σε λυπεῖσθαι, γύναι.
Μήδειαὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός.
Αἰγεύςπρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν.705
ΜήδειαΚρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας.
Αἰγεύςἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα.
Μήδειαλόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.
ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος
γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι,710
οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,
δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
γένοιτο παίδων καὐτὸς ὄλβιος θάνοις.715
εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·
παύσω γέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς
σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.
Αἰγεύςπολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,720
ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς·
ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα,
πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
[τοσόνδε μέντοι σοι προσημαίνω, γύναι·725
ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι,]726
ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα·729
αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,727
μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.728
ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.730
Μήδειαἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι
τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς.
Αἰγεύςμῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές;
Μήδειαπέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος
Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς735
ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ·
λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
φίλος γένοι’ ἂν κἀπικηρυκεύμασιν
τάχ’ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ,
τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.740
Αἰγεύςπολλὴν ἔδειξας ἐν λόγοις προμηθίαν·
ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι.
ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστερα,
σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,
τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς.745
Μήδειαὄμνυ πέδον Γῆς πατέρα θ’ Ἥλιον πατρὸς
τοὐμοῦ θεῶν τε συντιθεὶς ἅπαν γένος.
Αἰγεύςτί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Μήδειαμήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε,
μήτ’, ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν750
χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.
Αἰγεύςὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέλας
θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω.
Μήδειαἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις;
Αἰγεύςἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.755
Μήδειαχαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει.
κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι,
πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι.
Χορόςἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξ
πελάσειε δόμοις ὧν τ’ ἐπίνοιαν760
σπεύδεις κατέχων πράξειας, ἐπεὶ
γενναῖος ἀνήρ,
Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι.
Μήδειαὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,
νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,765
γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν,
νῦν ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομεν
λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·
ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων,770
μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.
ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα
ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι.775
μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους,
ὡς καὶ δοκεῖ μοι ταὐτὰ καὶ καλῶς γαμεῖ
γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει,
καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα.
παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,780
οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς
ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,
ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν,
νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,785
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·
κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,
κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης·
τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον.790
ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον
τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ
τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·
δόμον τε πάντα συγχέασ’ Ἰάσονος
ἔξειμι γαίας, φιλτάτων παίδων φόνον795
φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον.
οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
[ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς
οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν.]
ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον800
δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις
πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακὴν κακῶς805
θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου,
βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.810
Χορόςἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον,
σέ τ’ ὠφελεῖν θέλουσα καὶ νόμοις βροτῶν
ξυλλαμβάνουσα δρᾶν σ’ ἀπεννέπω τάδε.
Μήδειαοὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν
τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς.815
Χορόςἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;
Μήδειαοὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.
Χορόςσὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή.
Μήδειαἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι.
ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα820
ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα
λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,
εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς.

Download a pdf of this passage


Constructions illustrated in this passage: