Μήδεια | Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων | |
| μή μοί τι μέμψησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν | 215 |
| σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, | |
| τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς | |
| δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν. | |
| δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν, | |
| ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς | 220 |
| στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. | |
| χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει· | |
| οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς | |
| πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο. | |
| ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε | 225 |
| ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου | |
| χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι. | |
| ἐν ᾧ γὰρ ἦν μοι πάντα, γιγνώσκω καλῶς, | |
| κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις. | |
| πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει | 230 |
| γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν· | |
| ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ | |
| πόσιν πρίασθαι, δεσπότην τε σώματος | |
| λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν. | |
| κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν | 235 |
| ἢ χρηστόν· οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ | |
| γυναιξὶν οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν. | |
| ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην | |
| δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν, | |
| οἵῳ μάλιστα χρήσεται ξυνευνέτῃ. | 240 |
| κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ | |
| πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν, | |
| ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών. | |
| ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών, | |
| ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης | 245 |
| [ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς]· | |
| ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν. | |
| λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον | |
| ζῶμεν κατ’ οἴκους, οἱ δὲ μάρνανται δορί, | |
| κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα | 250 |
| στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ. | |
| ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος· | |
| σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι | |
| βίου τ’ ὄνησις καὶ φίλων συνουσία, | |
| ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι | 255 |
| πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη, | |
| οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ | |
| μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς. | |
| τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι, | |
| ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ | 260 |
| πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν | |
| τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματο, | |
| σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα | |
| κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν· | |
| ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ, | 265 |
| οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα. | |
Χορός | δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν, | |
| Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας. | |
| ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς, | |
| στείχοντα, καινῶν ἄγγελον βουλευμάτων. | 270 |
Κρέων | σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην, | |
| Μήδει’, ἀνεῖπον τῆσδε γῆς ἔξω περᾶν | |
| φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα, | |
| καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου | |
| τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν | 275 |
| πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω. | |
Μήδεια | αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι· | |
| ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων, | |
| κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις. | |
| ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως· | 280 |
| τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον; | |
Κρέων | δέδοικά σ’ (οὐδὲν δεῖ παραμπίσχειν λόγους) | |
| μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν. | |
| συμβάλλεται δὲ πολλὰ τοῦδε δείγματα· | |
| σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις, | 285 |
| λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη. | |
| κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι, | |
| τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην | |
| δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι. | |
| κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι, | 290 |
| ἢ μαλθακισθένθ’ ὕστερον μεταστένειν. | |
Μήδεια | φεῦ φεῦ. | |
| οὐ νῦν με πρῶτον ἀλλὰ πολλάκις, Κρέον, | |
| ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά. | |
| χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ | |
| παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς· | 295 |
| χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας | |
| φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ. | |
| σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ | |
| δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι· | |
| τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον | 300 |
| κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ. | |
| ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης· | |
| σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος, | |
| τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου, | |
| τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή, | 305 |
| σὺ δ’ αὖ φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς; | |
| οὐχ ὧδ’ ἔχει μοι, μὴ τρέσῃς ἡμᾶς, Κρέον, | |
| ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν. | |
| σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην | |
| ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν | 310 |
| μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε. | |
| καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν· | |
| νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα | |
| ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι | |
| σιγησόμεσθα, κρεισσόνων νικώμενοι. | 315 |
Κρέων | λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν | |
| ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν, | |
| τοσῷδε δ’ ἧσσον ἢ πάρος πέποιθά σοι· | |
| γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ, | |
| ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφή. | 320 |
| ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε· | |
| ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως | |
| μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί. | |
Μήδεια | μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης. | |
Κρέων | λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ. | 325 |
Μήδεια | ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς; | |
Κρέων | φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς. | |
Μήδεια | ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω. | |
Κρέων | πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ. | |
Μήδεια | φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα. | 330 |
Κρέων | ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι. | |
Μήδεια | Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν. | |
Κρέων | ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων. | |
Μήδεια | πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα. | |
Κρέων | τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ. | 335 |
Μήδεια | μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ ἄντομαι, Κρέον. | |
Κρέων | ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι. | |
Μήδεια | φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν. | |
Κρέων | τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός; | |
Μήδεια | μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν | 340 |
| καὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα, | |
| παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ | |
| οὐδὲν προτιμᾷ, μηχανήσασθαί τινα. | |
| οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ | |
| πέφυκας· εἰκὸς δέ σφιν εὔνοιάν σ’ ἔχειν. | 345 |
| τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα, | |
| κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους. | |
Κρέων | ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν, | |
| αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα· | |
| καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι, | 350 |
| ὅμως δὲ τεύξῃ τοῦδε. προυννέπω δέ σοι, | |
| εἴ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ | |
| καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός, | |
| θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε. | |
| νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν· | 355 |
| οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει. | |
Χορός | φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων. | 358 |
| δύστηνε γύναι, | 357 |
| ποῖ ποτε τρέψῃ; τίνα προξενίαν | |
| ἢ δόμον ἢ χθόνα σωτῆρα κακῶν | 360 |
| ἐξευρήσεις; ὡς εἰς ἄπορόν σε κλύδωνα θεός, | |
| Μήδεια, κακῶν ἐπόρευσεν. | |
Μήδεια | κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ; | |
| ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω, | 365 |
| ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις | |
| καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι. | |
| δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε | |
| εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην; | |
| οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν. | 370 |
| ὁ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο, | |
| ὥστ’, ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα | |
| γῆς ἐκβαλόντι, τήνδ’ ἐφῆκεν ἡμέραν | |
| μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς | |
| θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν. | 375 |
| πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς, | |
| οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι· | |
| πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί, | |
| ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπατος, | |
| σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος; | 380 |
| ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι | |
| δόμους ὑπερβαίνουσα καὶ τεχνωμένη, | |
| θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων. | |
| κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμεν | |
| σοφοὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν. | 385 |
| εἶἑν· | |
| καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις; | |
| τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους | |
| ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας; | |
| οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον, | |
| ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ, | 390 |
| δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον· | |
| ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος, | |
| αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν, | |
| κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν. | |
| οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω | 395 |
| μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην, | |
| Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς, | |
| χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ. | |
| πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους, | |
| πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός. | 400 |
| ἀλλ’ εἶα φείδου μηδὲν ὧν ἐπίστασαι, | |
| Μήδεια, βουλεύουσα καὶ τεχνωμένη· | |
| ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας. | |
| ὁρᾷς ἃ πάσχεις; οὐ γέλωτα δεῖ σ’ ὀφλεῖν | |
| τοῖς Σισυφείοις τοῖσδ’ Ἰάσονος γάμοις, | 405 |
| γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο. | |
| ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν | |
| γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται, | |
| κακῶν δὲ πάντων τέκτονες σοφώταται. | |