Home >  Passages > Sophocles Antigone 497-511

Antigone and Creon argue about how shameful her actions are
Ἀντιγόνηθέλεις τι μεῖζον ἢ κατακτεῖναί μ’ ἑλών;
Κρέωνἐγὼ μὲν οὐδέν· τοῦτ’ ἔχων ἅπαντ’ ἔχω.
Ἀντιγόνητί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
ἀρεστὸν οὐδὲν μηδ’ ἀρεσθείη ποτέ·
οὕτω δὲ καὶ σοὶ τἄμ’ ἀφανδάνοντ’ ἔφυ.
καίτοι πόθεν κλέος γ’ ἂν εὐκλεέστερον
κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ
τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
λέγοιτ’ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.
ἀλλ’ ἡ τυραννὶς πολλά τ’ ἄλλ’ εὐδαιμονεῖ
κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ’ ἃ βούλεται.
Κρέωνσὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
Ἀντιγόνηὁρῶσι χοὖτοι, σοὶ δ’ ὑπίλλουσιν στόμα.
Κρέωνσὺ δ’ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;
Ἀντιγόνηοὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
(1B 2 2007 Seen)

Download a pdf of this passage


Constructions illustrated in this passage: