Home >  Passages > Lysias Speeches 14.1-2
No excuse is needed for prosecuting someone so thoroughly disgraceful as Alcibiades. |
ἡγοῦμαι μέν, ὦ ἄνδρες δικασταί, οὐδεμίαν ὑμᾶς ποθεῖν ἀκοῦσαι πρόφασιν παρὰ τῶν βουλομένων Ἀλκιβιάδου κατηγορεῖν· τοιοῦτον γὰρ πολίτην ἑαυτὸν ἐξ ἀρχῆς παρέσχεν, ὥστε καὶ εἰ μή τις ἰδία ἀδικούμενος ὑπ’ αὐτοῦ τυγχάνει, οὐδὲν ἧττον προσήκει ἐκ τῶν ἄλλων ἐπιτηδευμάτων ἐχθρὸν αὐτὸν ἡγεῖσθαι. οὐ γὰρ μικρὰ τὰ ἁμαρτήματα οὐδὲ συγγνώμης ἄξια, οὐδ’ ἐλπίδα παρέχοντα ὡς ἔσται τοῦ λοιποῦ βελτίων, ἀλλ’ οὕτω πεπραγμένα καὶ εἰς τοσοῦτον κακίας ἀφιγμένα, ὥστ’ ἐπ’ ἐνίοις ὧν οὗτος φιλοτιμεῖται καὶ τοὺς ἐχθροὺς αἰσχύνεσθαι. ἐγὼ μέντοι, ὦ ἄνδρες δικασταί, καὶ πρότερον πρὸς τοὺς πατέρας ἡμῖν διαφορᾶς ὑπαρχούσης, καὶ πάλαι τοῦτον πονηρὸν ἡγούμενος, καὶ νῦν ὑπ’ αὐτοῦ πεπονθὼς κακῶς, πειράσομαι ὑπὲρ πάντων τῶν πεπραγμένων μεθ’ ὑμῶν αὐτὸν τιμωρήσασθαι. περὶ μὲν οὖν τῶν ἄλλων Ἀρχεστρατίδης ἱκανῶς κατηγόρησε· καὶ γὰρ τοὺς νόμους ἐπέδειξε καὶ μάρτυρας πάντων παρέσχετο· ὅσα δ’ οὗτος παραλέλοιπεν, ἐγὼ καθ’ ἕκαστον ὑμᾶς διδάξω. |
πρόφασις, -εως ἡ: “excuse” |
(1B 2 2001) |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- result clauses with indicative (sentence 507)
- present real conditionals (sentence 507)
- relative clauses (sentence 508)