Home >  Passages > Homer Odyssey 19 474-490
Eurycleia makes a dangerous realisation |
“ἦ μάλ’ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σ’ ἐγώ γε πρὶν ἔγνων, πρὶν πάντα ἄνακτ’ ἐμὸν ἀμφαφάασθαι.” ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι, πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα. ἡ δ’ οὔτ’ ἀθρῆσαι δύνατ’ ἀντίη οὔτε νοῆσαι· τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς χείρ’ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι, τῇ δ’ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε. “μαῖα, τίη μ’ ἐθέλεις ὀλέσαι; σὺ δέ μ’ ἔτρεφες αὐτὴ τῷ σῷ ἐπὶ μαζῷ· νῦν δ’ ἄλγεα πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ἀλλ’ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, σίγα, μή τίς τ’ ἄλλος ἐνὶ μεγάροισι πύθηται. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· εἴ χ’ ὑπ’ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότ’ ἂν ἄλλας δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.” |
(1A 2 2009 Seen) |
Download a pdf of this passage
Constructions illustrated in this passage: