Ion quizzes Creusa about her husband and their reasons for consulting the oracle |
Ἴων |
πόσις δὲ τίς σ’ ἔγημ’ Ἀθηναίων, γύναι; |
Κρέουσα |
οὐκ ἀστός, ἀλλ’ ἐπακτὸς ἐξ ἄλλης χθονός. |
Ἴων |
τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά. |
Κρέουσα |
Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τ’ ἄπο. |
Ἴων |
καὶ πῶς ξένος σ’ ὢν ἔσχεν οὖσαν ἐγγενῆ; |
Κρέουσα |
Εὔβοι’ Ἀθήναις ἔστι τις γείτων πόλις... |
Ἴων |
ὅροις ὑγροῖσιν, ὡς λέγουσ’, ὡρισμένη. |
Κρέουσα |
ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί. |
Ἴων |
ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος; |
Κρέουσα |
φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας. |
Ἴων |
σὺν ἀνδρὶ δ’ ἥκεις ἢ μόνη χρηστήρια; |
Κρέουσα |
σὺν ἀνδρί. σηκοὺς δ’ ἐκστρέφει Τροφωνίου. |
Ἴων |
πότερα θεατὴς ἢ χάριν μαντευμάτων; |
Κρέουσα |
κείνου τε Φοίβου θ’ ἓν θέλων μαθεῖν ἔπος. |
Ἴων |
καρποῦ δ’ ὕπερ γῆς ἥκετ’, ἢ παίδων πέρι; |
Κρέουσα |
ἄπαιδές ἐσμεν, χρόνι’ ἔχοντ’ εὐνήματα. |
Ἴων |
οὐδ’ ἔτεκες οὐδὲν πώποτ’, ἀλλ’ ἄτεκνος εἶ; |
Κρέουσα |
ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν. |
Ἴων |
ὦ τλῆμον, ὡς τἄλλ’ εὐτυχοῦσ’ οὐκ εὐτυχεῖς. |
|
|
φερναί, αἱ - dowry
σηκός, ὁ - precinct |
(1B 1 2005) |
Download a pdf of this passage
Constructions illustrated in this passage: