Home >  Passages > Euripides Hecuba 303-320

Odysseus explains the double need to honour the dead Achilles
ἃ δ’ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ
σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.
ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
μηδὲν φέρηται τῶν κακιόνων πλέον.
ἡμῖν δ’ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ’ ἀνήρ.
οὔκουν τόδ’ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ
χρώμεσθ’, ἐπεὶ δ’ ὄλωλε, μὴ χρώμεσθ’ ἔτι;
εἶεν· τί δῆτ’ ἐρεῖ τις, ἤν τις αὖ φανῇ
στρατοῦ τ’ ἄθροισις πολεμίων τ’ ἀγωνία;
πότερα μαχούμεθ’ ἢ φιλοψυχήσομεν,
τὸν κατθανόνθ’ ὁρῶντες οὐ τιμώμενον;
καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθ’ ἡμέραν
κεἰ σμίκρ’ ἔχοιμι, πάντ’ ἂν ἀρκούντως ἔχοι·
τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.
ἄθροισις - gathering
σφάγιον - sacrificial victim
(1A 2 2003)

Download a pdf of this passage


Constructions illustrated in this passage: