Home >  Passages > Demosthenes Speeches 57.34-6

A litigant complains that his opponent's speech has proved nothing; what is more, he has wrongly tried to stir up prejudice against women serving as wet-nurses.
νῦν δὲ τούτων μὲν ἀπέδειξεν οὐδέν, λελοιδόρηκεν δέ, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ὅ τι οὔ. τοῦτο γάρ ἐστιν ὁ συκοφάντης, αἰτιᾶσθαι μὲν πάντα, ἐξελέγξαι δὲ μηδέν. ἐπεὶ κἀκεῖνο περὶ τῆς μητρὸς εἴρηκεν, ὅτι ἐτίτθευσεν. ἡμεῖς δέ, ὅθ’ ἡ πόλις ἠτύχει καὶ πάντες κακῶς ἔπραττον, οὐκ ἀρνούμεθα τοῦτο γενέσθαι· ὃν δὲ τρόπον καὶ ὧν ἕνεκ’ ἐτίτθευσεν, ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω.

μηδεὶς δ’ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δυσχερῶς ὑπολάβῃ· καὶ γὰρ νῦν ἀστὰς γυναῖκας πολλὰς εὑρήσετε τιτθευούσας, ἃς ὑμῖν καὶ κατ’ ὄνομα, ἐὰν βούλησθε, ἐροῦμεν. εἰ δέ γε πλούσιοι ἦμεν, οὔτ’ ἂν τὰς ταινίας ἐπωλοῦμεν οὔτ’ ἂν ὅλως ἦμεν ἄποροι.

ἀλλὰ τί ταῦτα κοινωνεῖ τῷ γένει; ἐγὼ μὲν οὐδὲν οἶμαι. μηδαμῶς, ὦ ἄνδρες δικασταί, τοὺς πένητας ἀτιμάζετε (ἱκανὸν γὰρ αὐτοῖς τὸ πένεσθαι κακόν), μηδέ γε τοὺς ἐργάζεσθαι καὶ ζῆν ἐκ τοῦ δικαίου προαιρουμένους·
ταινία, ἡ - headband, ribbon
(1B 2 2007)

Download a pdf of this passage


Constructions illustrated in this passage: