Home >  Passages > Xenophon Hellenica 2.3.47-48
Theramenes and Critias are discussing their political views. Theramenes responds robustly to the accusation that he is two-faced. He criticizes Critias’ attitude towards the political system, and puts forward his views as to who should participate in the government. |
ἀποκαλεῖ δὲ κόθορνόν με, ὡς ἀμφοτέροις πειρώμενον ἁρμόττειν. ὅστις δὲ μηδετέροις ἀρέσκει, τοῦτον ὢ πρὸς τῶν θεῶν τί ποτε καὶ καλέσαι χρή; σὺ γὰρ δὴ ἐν μὲν τῇ δημοκρατίᾳ πάντως μισοδημότατος ἐνομίζου, ἐν δὲ τῇ ἀριστοκρατίᾳ πάντων μισοχρηστότατος γεγένησαι. ἐγὼ δ’, ὦ Κριτία, ἐκείνοις μὲν ἀεί ποτε πολεμῶ τοῖς οὐ πρόσθεν οἰομένοις καλὴν ἂν δημοκρατίαν εἶναι, πρὶν ἂν καὶ οἱ δοῦλοι καὶ οἱ δι’ ἀπορίαν δραχμῆς ἂν ἀποδόμενοι τὴν πόλιν δραχμῆς μετέχοιεν, καὶ τοῖσδέ γ’ αὖ ἀεὶ ἐναντίος εἰμὶ οἳ οὐκ οἴονται καλὴν ἂν ἐγγενέσθαι ὀλιγαρχίαν, πρὶν ἂν εἰς τὸ ὑπ’ ὀλίγων τυραννεῖσθαι τὴν πόλιν καταστήσειαν. τὸ μέντοι σὺν τοῖς δυναμένοις καὶ μεθ’ ἵππων καὶ μετ’ ἀσπίδων ὠφελεῖν διὰ τούτων τὴν πολιτείαν πρόσθεν ἄριστον ἡγούμην εἶναι καὶ νῦν οὐ μεταβάλλομαι. |
κόθορνόν – two-faced ἁρμόττειν - fit μισοδημότατος – someone who really hates the plebs μισοχρηστότατος – someone who really hates the rich ἀποδόμενοι - sell |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- correlatives (sentence 290)
- μέν…δέ... (sentence 292)
- articular infinitive (sentence 293)
- γάρ (sentence 291)
- ὡς (sentence 289)