Home >  Passages > Plato Ion 540d5-541a6
Socrates makes distinctions between different arts |
Ἴων: Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν. Σωκράτης: ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων. καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλ’ εἴ σ’ ἐγὼ ἠρόμην· “ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής;” τί ἄν μοι ἀπεκρίνω; Ἴων: ᾗ ἱππεύς, ἔγωγ’ ἄν. Σωκράτης: οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλ’ οὐχ ᾗ ἱππεύς. Ἴων: ναί. Σωκράτης: ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός; Ἴων: οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν. Σωκράτης: πῶς; οὐδὲν λέγεις διαφέρειν; μίαν λέγεις τέχνην εἶναι τὴν ῥαψῳδικὴν καὶ τὴν στρατηγικὴν ἢ δύο; Ἴων: μία ἔμοιγε δοκεῖ. Σωκράτης: ὅστις ἄρα ἀγαθὸς ῥαψῳδός ἐστιν, οὗτος καὶ ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν; Ἴων: μάλιστα, ὦ Σώκρατες. Σωκράτης: οὐκοῦν καὶ ὅστις ἀγαθὸς στρατηγὸς τυγχάνει ὤν, ἀγαθὸς καὶ ῥαψῳδός ἐστιν. |
(1A 2 2003 Seen) |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- καί as also/too (sentence 306)
- ἄρα (sentence 306)