Home >  Passages > Plato Hippias Major 285b7-e2
What sort of lectures do the Spartans enjoy? |
Σωκράτης: ἐπαινοῦσι δὲ δή σε πρὸς θεῶν, ὦ Ἱππία, καὶ χαίρουσιν ἀκούοντες ποῖα; ἢ δῆλον δὴ ὅτι ἐκεῖνα ἃ σὺ κάλλιστα ἐπίστασαι, τὰ περὶ τὰ ἄστρα τε καὶ τὰ οὐράνια πάθη; Ἱππίας: οὐδ’ ὁπωστιοῦν· ταῦτά γε οὐδ’ ἀνέχονται. Σωκράτης: ἀλλὰ περὶ γεωμετρίας τι χαίρουσιν ἀκούοντες; Ἱππίας: οὐδαμῶς, ἐπεὶ οὐδ’ ἀριθμεῖν ἐκείνων γε, ὡς ἔπος εἰπεῖν, πολλοὶ ἐπίστανται. Σωκράτης: πολλοῦ ἄρα δέουσιν περί γε λογισμῶν ἀνέχεσθαί σου ἐπιδεικνυμένου. Ἱππίας: πολλοῦ μέντοι νὴ Δία. Σωκράτης: ἀλλὰ δῆτα ἐκεῖνα ἃ σὺ ἀκριβέστατα ἐπίστασαι ἀνθρώπων διαιρεῖν, περί τε γραμμάτων δυνάμεως καὶ συλλαβῶν καὶ ῥυθμῶν καὶ ἁρμονιῶν; Ἱππίας: ποίων, ὠγαθέ, ἁρμονιῶν καὶ γραμμάτων; Σωκράτης: ἀλλὰ τί μήν ἐστιν ἃ ἡδέως σου ἀκροῶνται καὶ ἐπαινοῦσιν; αὐτός μοι εἰπέ, ἐπειδὴ ἐγὼ οὐχ εὑρίσκω. Ἱππίας: περὶ τῶν γενῶν, ὦ Σώκρατες, τῶν τε ἡρώων καὶ τῶν ἀνθρώπων, καὶ τῶν κατοικίσεων, ὡς τὸ ἀρχαῖον ἐκτίσθησαν αἱ πόλεις, καὶ συλλήβδην πάσης τῆς ἀρχαιολογίας ἥδιστα ἀκροῶνται, ὥστ’ ἔγωγε δι’ αὐτοὺς ἠνάγκασμαι ἐκμεμαθηκέναι τε καὶ ἐκμεμελετηκέναι πάντα τὰ τοιαῦτα. |
λογισμοί - arithmetic συλλήβδην - adv. |
(1A 1 2006) |
Download a pdf of this passage
Constructions illustrated in this passage: