Home >  Passages > Homer Odyssey 3 79-97
Telemachus asks Nestor for news of his father |
“ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω. ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν· πρῆξις δ’ ἥδ’ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω. πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω, δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι. ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον, πευθόμεθ’, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ, κείνου δ’ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ’ ὄλωλεν, εἴθ’ ὅ γ’ ἐπ’ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν, εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης. τοὔνεκα νῦν τὰ σὰ γούναθ’ ἱκάνομαι, αἴ κ’ ἐθέλῃσθα κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. μηδέ τί μ’ αἰδόμενος μειλίσσεο μηδ’ ἐλεαίρων, ἀλλ’ εὖ μοι κατάλεξον ὃπως ἤντησας ὀπωπῆς. |
ἐνισπεῖν - aor. inf. of ἐνέπω to tell ὀϊζυρός - miserable |
(1B 2 2003) |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- μέν…δέ... (sentence 103)
- deictic δε (sentence 101)
- relative clauses (sentence 103)
- ἐαν as 'in the hope that' (sentence 102)