Home >  Passages > Euripides Troades 1269-1286

Hecuba's last moments in Troy
Ταλθύβιος:σύ τ’, ὦ γεραιὰ δυστυχεστάτη γύναι,
ἕπου. μεθήκουσίν σ’ Ὀδυσσέως πάρα
οἵδ’, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.
Ἑκάβη: οἲ ’γὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον
καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν·
ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
ἀλλ’, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,
ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
ὦ μεγάλα δή ποτ’ ἀμπνέουσ’ ἐν βαρβάροις
Τροία, τὸ κλεινὸν ὄνομ’ ἀφαιρήσῃ τάχα.
πιμπρᾶσί σ’, ἡμᾶς δ’ ἐξάγουσ’ ἤδη χθονὸς
δούλας· ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ;
καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.
φέρ’ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι
σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.
Ταλθύβιος: ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς.
ἀλλ’ ἄγετε, μὴ φείδεσθ’· Ὀδυσσέως δὲ χρὴ
ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.
μεθήκω - to come in quest of
λοίσθιος - last
ἀμπνέω - to breathe freely
(1A 1 2001)

Download a pdf of this passage


Constructions illustrated in this passage: