Ἰάσων | οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις | |
| τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν. | |
| σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν | |
| κούφως φερούσῃ κρεισσόνων βουλεύματα, | |
| λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός. | 450 |
| κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ | |
| λέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ. | |
| ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα, | |
| πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ. | |
| κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων | 455 |
| ὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν· | |
| σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶ | |
| κακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός. | |
| ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις | |
| ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι, | 460 |
| ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς | |
| μήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴ | |
| κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς, | |
| οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε. | |
Μήδεια | ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω | 465 |
| γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν, | |
| ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς | |
| θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει; | |
| οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία, | |
| φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν, | 470 |
| ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων | |
| πασῶν, ἀναίδει’. εὖ δ’ ἐποίησας μολών· | |
| ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι | |
| ψυχὴν κακῶς σὲ καὶ σὺ λυπήσῃ κλύων. | |
| ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν· | 475 |
| ἔσωσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι | |
| ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος, | |
| πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην | |
| ζεύγλαισι καὶ σπεροῦντα θανάσιμον γύην· | |
| δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρος | 480 |
| σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν, | |
| κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον. | |
| αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς | |
| τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην | |
| σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα· | 485 |
| Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν, | |
| παίδων ὕπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον. | |
| καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν | |
| προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη, | |
| παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι, | 490 |
| συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους. | |
| ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν | |
| εἰ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι | |
| ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν, | |
| ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν. | 495 |
| φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου | |
| καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα | |
| κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν. | |
| ἄγ’, ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι | |
| (δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς; | 500 |
| ὅμως δ’, ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ)· | |
| νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους, | |
| οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην; | |
| ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν | |
| δέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον. | 505 |
| ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις | |
| ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς | |
| δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω. | |
| τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων | |
| ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε | 510 |
| ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ, | |
| εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη, | |
| φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις· | |
| καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ, | |
| πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσωσά σε. | 515 |
| ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ | |
| τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ, | |
| ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι | |
| οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι; | |
Χορός | δεινή τις ὀργὴ καὶ δυσίατος πέλει, | 520 |
| ὅταν φίλοι φίλοισι συμβάλωσ’ ἔριν. | |
Ἰάσων | δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν, | |
| ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον | |
| ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν | |
| τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν. | 525 |
| ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν, | |
| Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας | |
| σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην. | |
| σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός — ἀλλ’ ἐπίφθονος | |
| λόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασεν | 530 |
| τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῶσαι δέμας. | |
| ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν· | |
| ὅπῃ γὰρ οὖν ὤνησας οὐ κακῶς ἔχει. | |
| μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας | |
| εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω. | 535 |
| πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς | |
| γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι | |
| νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν· | |
| πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν | |
| καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις | 540 |
| ὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν. | |
| εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις | |
| μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος, | |
| εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι. | |
| τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι | 545 |
| ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων. | |
| ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας, | |
| ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς, | |
| ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος | |
| καὶ παισὶ τοῖς ἐμοῖσιν — ἀλλ’ ἔχ’ ἥσυχος. | 550 |
| ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς | |
| πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους, | |
| τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον | |
| ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς; | |
| οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος | 555 |
| καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος | |
| οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων· | |
| ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι· | |
| ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς | |
| καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι | 560 |
| πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλον, | |
| παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν | |
| σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις | |
| ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος | |
| εὐδαιμονοίην. σοί τε γὰρ παίδων τί δεῖ; | 565 |
| ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις | |
| τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς; | |
| οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος. | |
| ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης | |
| εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε, | 570 |
| ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος, | |
| τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα | |
| τίθεσθε. χρῆν τἄρ’ ἄλλοθέν ποθεν βροτοὺς | |
| παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος· | |
| χοὔτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν. | 575 |
Χορός | Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους· | |
| ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ, | |
| δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν. | |
Μήδεια | ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν· | |
| ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν | 580 |
| πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει· | |
| γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν | |
| τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός. | |
| ὡς καὶ σύ· μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ | |
| λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος· | 585 |
| χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με | |
| γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων. | |
Ἰάσων | καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ, | |
| εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν | |
| τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον. | 590 |
Μήδεια | οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος | |
| πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι. | |
Ἰάσων | εὖ νυν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα | |
| γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω, | |
| ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῶσαι θέλων | 595 |
| σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους | |
| φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασιν. | |
Μήδεια | μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος | |
| μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα. | |
Ἰάσων | οἶσθ’ ὡς μετεύξῃ καὶ σοφωτέρα φανῇ; | 600 |
| τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαί ποτε, | |
| μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν. | |
Μήδεια | ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή, | |
| ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα. | |
Ἰάσων | αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ. | 605 |
Μήδεια | τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε; | |
Ἰάσων | ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη. | |
Μήδεια | καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις. | |
Ἰάσων | ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα. | |
| ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῇ φυγῆς | 610 |
| προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν, | |
| λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ | |
| ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ. | |
| καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι· | |
| λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα. | 615 |
Μήδεια | οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἂν | |
| οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου· | |
| κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει. | |
Ἰάσων | ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι | |
| ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· | 620 |
| σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳ | |
| φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον. | |
Μήδεια | χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης | |
| αἱρῇ χρονίζων δωμάτων ἐξώπιος. | |
| νύμφευ’· ἴσως γάρ, σὺν θεῷ δ’ εἰρήσεται, | 625 |
| γαμεῖς τοιοῦτον ὥστε θρηνεῖσθαι γάμον. | |