Home >  Passages > Euripides Medea 1-95

Prologue: The Nurse outlines the history of Jason and Medea - she is worried about Medea's reaction to Jason marrying the daughter of Creon. The Tutor arrives - he has overheard that Creon intends to banish Medea and her sons.
ΤροφόςΕἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,
μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας
ἀνδρῶν ἀριστέων οἳ τὸ πάγχρυσον δέρος5
Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ
Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας
ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος·
οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν10
ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν
φυγὰς πολίταις ὧν ἀφίκετο χθόνα
αὐτῷ τε πάντα ξυμφέρουσ’ Ἰάσονι·
ἥπερ μεγίστη γίγνεται σωτηρία,
ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.15
νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.
προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν
γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,
γήμας Κρέοντος παῖδ’, ὃς αἰσυμνᾷ χθονός.
Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη20
βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιᾶς
πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται
οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.
κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖσ’ ἀλγηδόσιν,
τὸν πάντα συντήκουσα δακρύοις χρόνον25
ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη,
οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς
πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος
κλύδων ἀκούει νουθετουμένη φίλων,
ἢν μή ποτε στρέψασα πάλλευκον δέρην30
αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλον
καὶ γαῖαν οἴκους θ’, οὓς προδοῦσ’ ἀφίκετο
μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.
ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕπο
οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.35
στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται.
δέδοικα δ’ αὐτὴν μή τι βουλεύσῃ νέον·
βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶς
πάσχουσ’ (ἐγᾦδα τήνδε) δειμαίνω τέ νιν
μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος40
σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος,
ἢ καὶ τυράννους τόν τε γήμαντα κτάνῃ
κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν
ἔχθραν τις αὐτῇ καλλίνικος ᾄσεται.45
ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι
κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.
Παιδαγωγόςπαλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,
τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίαν50
ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά;
πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;
Τροφόςτέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,
χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.55
ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος
ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ
λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.
Παιδαγωγόςοὔπω γὰρ ἡ τάλαινα παύεται γόων;
Τροφόςζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.60
Παιδαγωγόςὦ μῶρος, εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·
ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.
Τροφόςτί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι.
Παιδαγωγόςοὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα.
Τροφόςμή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν·65
σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.
Παιδαγωγόςἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,
πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτεροι
θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,
ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας70
σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς
Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε
οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε.
Τροφόςκαὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεται
πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;75
Παιδαγωγόςπαλαιὰ καινῶν λείπεται κηδευμάτων,
κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.
Τροφόςἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεν
νέον παλαιῷ , πρὶν τόδ’ ἐξηντληκέναι.
Παιδαγωγόςἀτὰρ σύ γ’, οὐ γὰρ καιρὸς εἰδέναι τόδε80
δέσποιναν, ἡσύχαζε καὶ σίγα λόγον.
Τροφόςὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ;
ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός·
ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται.
Παιδαγωγόςτίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,85
ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,
οἱ μὲν δικαίως, οἱ δὲ καὶ κέρδους χάριν
εἰ τούσδε γ’ οὕνεκ’ οὐ στέργει πατήρ;
Τροφόςἴτ’, εὖ γὰρ ἔσται, δωμάτων ἔσω, τέκνα.
σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε90
καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην
τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται
χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινι.
ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.95

Download a pdf of this passage


Constructions illustrated in this passage: