Home >  Passages > Euripides Helen 557-574

Menelaus and Helen recognise each other after a long separation.
Μενέλαοςτίς εἶ; τίν’ ὄψιν σήν, γύναι, προσδέρκομαι;
Ἑλένη σὺ δ’ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμ’ ἔχει λόγος.
Μενέλαος οὐπώποτ’ εἶδον προσφερέστερον δέμας.
Ἑλένη ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
Μενέλαος Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;
Ἑλένη Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Μενέλαος Ἑλένῃ σ’ ὁμοίαν δὴ μάλιστ’ εἶδον, γύναι.
Ἑλένη ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδ’ ἔχω τί φῶ.
Μενέλαος ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Ἑλένη ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
Μενέλαος ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων.
Ἑλένη ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
Μενέλαος ὦ φωσφόρ’ Ἑκάτη, πέμπε φάσματ’ εὐμενῆ.
Ἑλένη οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μ’ ὁρᾷς.
Μενέλαος οὐ μὴν γυναικῶν γ’ εἷς δυοῖν ἔφυν πόσις.
Ἑλένη ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
Μενέλαος ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
Ἑλένη οὐκ ἔστιν ἄλλη σή τις ἀντ’ ἐμοῦ γυνή.
ὄψις, -εως f. - vision
προσφερής -ές - similar
ἐπιχώριος -α -ον - native
χρόνιος, -α, -ον - after a long time
φάσμα, -ατος - apparition
εὐμενής, ες - kindly, favourable
πρόπολος, ου - servant
Ἐνοδιά - Hecate as goddess of travellers
(1A 2 2008)

Download a pdf of this passage


Constructions illustrated in this passage: