Home >  Passages > Euripides Electra 341-357

Electra and her husband discuss the arrival of strangers
Αὐτουργός:ἔα· τίνας τούσδ’ ἐν πύλαις ὁρῶ ξένους;
τίνος δ’ ἕκατι τάσδ’ ἐπ’ ἀγραύλους πύλας
προσῆλθον; ἦ ’μοῦ δεόμενοι; γυναικί τοι
αἰσχρὸν μετ’ ἀνδρῶν ἑστάναι νεανιῶν.
Ἠλέκτρα:ὦ φίλτατ’, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί·
τὸν ὄντα δ’ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι
ἥκουσ’ Ὀρέστου πρός με κήρυκες λόγων.
ἀλλ’, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
Αὐτουργός: τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
Ἠλέκτρα: ἔστιν λόγῳ γοῦν, φασὶ δ’ οὐκ ἄπιστ’ ἐμοί.
Αὐτουργός: ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
Ἠλέκτρα: ἐν ἐλπίσιν ταῦτ’· ἀσθενὴς φεύγων ἀνήρ.
Αὐτουργός: ἦλθον δ’ Ὀρέστου τίν’ ἀγορεύοντες λόγον;
Ἠλέκτρα: σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
Αὐτουργός: οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.
Ἠλέκτρα: ἴσασιν, οὐδὲν τῶνδ’ ἔχουσιν ἐνδεές.
Αὐτουργός: οὐκοῦν πάλαι χρῆν τοῖσδ’ ἀνεπτύχθαι πύλας;
(1A 1 2002)

Download a pdf of this passage


Constructions illustrated in this passage: