Home >  Passages > Euripides Children of Heracles 501-22

One of Heracles' daughters considers the options and decides it would be best if she died for the city rather than anyone else.
ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,
θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.
τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ
κίνδυνον ἡμῶν οὕνεκ’ αἴρεσθαι μέγαν,
αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,
παρόν σφε σῶσαι, φευξόμεσθα μὴ θανεῖν;
οὐ δῆτ’, ἐπεί τοι καὶ γέλωτος ἄξια,
στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,
πατρὸς δ’ ἐκείνου φύντας οὗ πεφύκαμεν
κακοὺς ὁρᾶσθαι· ποῦ τάδ’ ἐν χρηστοῖς πρέπει;
κάλλιον, οἶμαι, τῆσδ’ — ὃ μὴ τύχοι ποτέ —
πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν,
κἄπειτ’ ἄτιμα πατρὸς οὖσαν εὐγενοῦς
παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.
ἀλλ’ ἐκπεσοῦσα τῆσδ’ ἀλητεύσω χθονός;
κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγῃ·
"Τί δεῦρ’ ἀφίκεσθ’ ἱκεσίοισι σὺν κλάδοις
αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός·
κακοῖς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν."
ἀλλ’ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,
αὐτὴ δὲ σωθεῖσ’, ἐλπίδ’ εὖ πράξειν ἔχω
(πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους)·
κλάδος, ὁ - branch, shoot
φιλοψυχέω - to love one's life, be cowardly
(1B 2 2004)

Download a pdf of this passage


Constructions illustrated in this passage: