Home >  Passages > Euripides Children of Heracles 1018-38

The chorus, Alcmene and Eurystheus debate the fate of Eurystheus
Χορός: παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,
τὸν ἄνδρ’ ἀφεῖναι τόνδ’, ἐπεὶ δοκεῖ πόλει.
Ἀλκμήνη:τί δ’, ἢν θάνῃ τε καὶ πόλει πιθώμεθα;
Χορός: τὰ λῷστ’ ἂν εἴη· πῶς τάδ’ οὖν γενήσεται;
Ἀλκμήνη:ἐγὼ διδάξω ῥᾳδίως· κτανοῦσα γὰρ
τόνδ’ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων
δώσω· τὸ γὰρ σῶμ’ οὐκ ἀπιστήσω χθονί,
οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.
Εὐρυσθεύς: κτεῖν’, οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,
ἐπεί μ’ ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν,
χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι,
ὃς ὠφελήσει μείζον’ ἢ δοκεῖ χρόνῳ.
θανόντα γάρ με θάψεθ’ οὗ τὸ μόρσιμον,
δίας πάροιθε παρθένου Παλληνίδος·
καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος
μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,
τοῖς τῶνδε δ’ ἐκγόνοισι πολεμιώτατος,
ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ
χάριν προδόντες τήνδε. τοιούτων ξένων
προύστητε. πῶς οὖν ταῦτ’ ἐγὼ πεπυσμένος
δεῦρ’ ἦλθον, ἀλλ’ οὐ χρησμὸν ἡζόμην θεοῦ;
λῴστός - best
παραιτείσθαι - to beg for mercy
προίσταναι + gen. - to defend
(1A 1 2005)

Download a pdf of this passage


Constructions illustrated in this passage: