Home >  Passages > Euripides Andromache 56-73

Andromache's former servant warns her of a Greek plan to kill her son
Θεράπαινα:δέσποιν’, ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδε
καλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουν
τὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον,
εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ ἦ τῷ σῷ πόσει,
καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,
φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,
οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεται
Μενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα.
Ἀνδρομάχη: ὦ φιλτάτη σύνδουλε (σύνδουλος γὰρ εἶ
τῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ)
τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,
κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;
Θεράπαινα: τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ,
κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου.
Ἀνδρομάχη: οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;
πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην.
Θεράπαινα: οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε·
φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο.
(1A 1 1999)

Download a pdf of this passage


Constructions illustrated in this passage: