Home >  Passages > Aristophanes Clouds 1043-57

The Better Argument and the Worse Argument debate: are hot baths bad for one's character?
Ἄδικος Λόγος σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω,
ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν.
καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;
Δίκαιος Λόγος ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα.
Ἄδικος Λόγος ἐπίσχες· εὐθὺς γάρ σ’ ἔχω μέσον λαβὼν ἄφυκτον.
καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίν’ ἄνδρ’ ἄριστον
ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι.
Δίκαιος Λόγος ἐγὼ μὲν οὐδέν’ Ἡρακλέους βελτίον’ ἄνδρα κρίνω.
Ἄδικος Λόγος ποῦ ψυχρὰ δῆτα πώποτ’ εἶδες Ἡράκλεια λουτρά;
καίτοι τίς ἀνδρειότερος ἦν;
Δίκαιος Λόγος ταῦτ’ ἐστὶ ταῦτ’ ἐκεῖνα,
ἃ τῶν νεανίσκων ἀεὶ δι’ ἡμέρας λαλούντων
πλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας.
Ἄδικος Λόγος εἶτ’ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις· ἐγὼ δ’ ἐπαινῶ.
εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτ’ ἂν ἐποίει
τὸν Νέστορ’ ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας.
ὁτιη = colloquial form of ὅτι
Ἡράκλεια λουτρά - warm baths were a gift of Hephaistos to Hercules
βαλανεῖον - bath house
(1B 1 2006)

Download a pdf of this passage


Constructions illustrated in this passage: