Home >  Passages > Antiphon On the murder of Herodes 5.26-27

Amphibious murder
λέγουσι δὲ ὡς ἐν μὲν τῇ γῇ ἀπέθανεν ὁ ἀνήρ, κἀγὼ λίθον αὐτῷ ἐνέβαλον εἰς τὴν κεφαλήν, ὃς οὐκ ἐξέβην τὸ παράπαν ἐκ τοῦ πλοίου. καὶ τοῦτο μὲν ἀκριβῶς οὗτοι ἴσασιν. ὅπως δ’ ἠφανίσθη ὁ ἀνήρ, οὐδενὶ λόγῳ εἰκότι δύνανται ἀποφαίνειν.

δῆλον γὰρ ὅτι ἐγγύς που τοῦ λιμένος εἰκὸς ἦν τοῦτο γίγνεσθαι, τοῦτο μὲν μεθύοντος τοῦ ἀνδρός, τοῦτο δὲ νύκτωρ ἐκβάντος ἐκ τοῦ πλοίου· οὔτε γὰρ αὑτοῦ κρατεῖν ἴσως ἂν ἐδύνατο, οὔτε τῷ ἀπάγοντι νύκτωρ μακρὰν ὁδὸν ἡ πρόφασις ἂν εἰκότως ἐγίγνετο· ζητουμένου δὲ τοῦ ἀνδρὸς δύο ἡμέρας καὶ ἐν τῷ λιμένι καὶ ἄπωθεν τοῦ λιμένος, οὔτε ὀπτὴρ οὐδεὶς ἐφάνη οὔθ’ αἷμα οὔτ’ ἄλλο σημεῖον οὐδέν.

κᾆτ’ ἐγὼ συγχωρῶ τῷ τούτων λόγῳ, παρεχόμενος μὲν τοὺς μάρτυρας ὡς οὐκ ἐξέβην ἐκ τοῦ πλοίου· εἰ δὲ καὶ ὡς μάλιστα ἐξέβην ἐκ τοῦ πλοίου, οὐδενὶ τρόπῳ εἰκὸς ἦν ἀφανισθέντα λαθεῖν τὸν ἄνθρωπον, εἴπερ γε μὴ πάνυ πόρρω ἀπῆλθεν ἀπὸ τῆς θαλάσσης.
(1B 1 2000)

Download a pdf of this passage


Constructions illustrated in this passage: