Home >  Passages > Plato Charmides 153a-c (SAJT)
| Socrates arrives back in Athens after a spell in the army at Potidaea. His friends in Taureas' wrestling school greet him and ask him for news. |
| Σωκράτης
ἥκομεν τῇ προτεραίᾳ ἑσπέρας ἐκ Ποτειδαίας ἀπὸ τοῦ στρατοπέδου, οἷον δὲ διὰ χρόνου ἀφιγμένος ἁσμένως ᾖα ἐπὶ τὰς συνήθεις διατριβάς. καὶ δὴ καὶ εἰς τὴν Ταυρέου παλαίστραν τὴν καταντικρὺ τοῦ τῆς Βασίλης ἱεροῦ εἰσῆλθον, καὶ αὐτόθι κατέλαβον πάνυ πολλούς, τοὺς μὲν καὶ ἀγνῶτας ἐμοί, τοὺς δὲ πλείστους γνωρίμους. καί με ὡς εἶδον εἰσιόντα ἐξ ἀπροσδοκήτου, εὐθὺς πόρρωθεν ἠσπάζοντο ἄλλος ἄλλοθεν· Χαιρεφῶν δέ, ἅτε καὶ μανικὸς ὤν, ἀναπηδήσας ἐκ μέσων ἔθει πρός με, καί μου λαβόμενος τῆς χειρός, “ὦ Σώκρατες”, ἦ δ᾽ ὅς, “πῶς ἐσώθης ἐκ τῆς μάχης;” ὀλίγον δὲ πρὶν ἡμᾶς ἀπιέναι μάχη ἐγεγόνει ἐν τῇ Ποτειδαίᾳ, ἣν ἄρτι ἦσαν οἱ τῇδε πεπυσμένοι. καὶ ἐγὼ πρὸς αὐτὸν ἀποκρινόμενος, “οὑτωσί”, ἔφην, “ὡς σὺ ὁρᾷς.” “δεῦρο δή”, ἔφη, “καθεζόμενος ἡμῖν διήγησαι· οὐ γάρ τί πω πάντα σαφῶς πεπύσμεθα.” καὶ ἅμα με καθίζει ἄγων παρὰ Κριτίαν τὸν Καλλαίσχρου. |
| Ποτείδαια -ας ἡ: Potidaea (a Corinthian colony in Chalcidice) οἷον: inasmuch as, since (+ part) συνήθης -ης: customary, usual διατριβαί -ῶν αἱ: haunts, places of amusement καταντικρύ: opposite (+ gen) Βασίλη, ης ἡ: the Queen (an otherwise unknown deity) ἀσπάζομαι: I greet |
Download a pdf of this passage
This passage has no constructions associated with it yet