Home >  Passages > Xenophon Hiero 6.1-4
Uneasy lies the head that wears a crown |
βούλομαι δέ σοι, ἔφη, ὦ Σιμωνίδη, κἀκείνας τὰς εὐφροσύνας δηλῶσαι ὅσαις ἐγὼ χρώμενος ὅτ’ ἦν ἰδιώτης, νῦν ἐπειδὴ τύραννος ἐγενόμην, αἰσθάνομαι στερόμενος αὐτῶν. ἐγὼ γὰρ ξυνῆν μὲν ἡλικιώταις ἡδόμενος ἡδομένοις ἐμοί, συνῆν δὲ ἐμαυτῷ, ὁπότε ἡσυχίας ἐπιθυμήσαιμι, διῆγον δ’ ἐν συμποσίοις πολλάκις μὲν μέχρι τοῦ ἐπιλαθέσθαι πάντων εἴ τι χαλεπὸν ἐν ἀνθρωπίνῳ βίῳ ἦν, πολλάκις δὲ μέχρι τοῦ ᾠδαῖς τε καὶ θαλίαις καὶ χοροῖς τὴν ψυχὴν συγκαταμιγνύναι, πολλάκις δὲ μέχρι κοίτης ἐπιθυμίας ἐμῆς τε καὶ τῶν παρόντων. νῦν δὲ ἀπεστέρημαι μὲν τῶν ἡδομένων ἐμοὶ διὰ τὸ δούλους ἀντὶ φίλων ἔχειν τοὺς ἑταίρους, ἀπεστέρημαι δ’ αὖ τοῦ ἡδέως ἐκείνοις ὁμιλεῖν διὰ τὸ μηδεμίαν ἐνορᾶν εὔνοιαν ἐμοὶ παρ’ αὐτῶν· μέθην δὲ καὶ ὕπνον ὁμοίως ἐνέδρᾳ φυλάττομαι. τὸ δὲ φοβεῖσθαι μὲν ὄχλον, φοβεῖσθαι δ’ ἐρημίαν, φοβεῖσθαι δὲ ἀφυλαξίαν, φοβεῖσθαι δὲ καὶ αὐτοὺς τοὺς φυλάττοντας, καὶ μήτ’ ἀόπλους ἔχειν ἐθέλειν περὶ αὑτὸν μήθ’ ὡπλισμένους ἡδέως θεᾶσθαι, πῶς οὐκ ἀργαλέον ἐστὶ πρᾶγμα; |
εὐφροσύνη - good cheer, merriment θαλία - festivity μεχρι - until |
(1B 2 2003) |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- μέν…δέ... (sentence 12, 39)
- articular infinitive (sentence 13, 18, 39)
- εἴ τι ἄλλο (sentence 39)
- the dative of similarity (sentence 106)