Home >  Passages > Xenophon Hellenica 2.3.54-6
Critias hands over Theramenes to the Eleven. The Eleven and their servants drag him off and Xenophon recalls his subsequent behaviour. |
“Παραδίδομεν ὑμῖν, ἔφη, Θηραμένην τουτονὶ κατακεκριμένον κατὰ τὸν νόμον· ὑμεῖς δὲ λαβόντες καὶ ἀπαγαγόντες οἱ ἕνδεκα οὗ δεῖ τὰ ἐκ τούτων πράττετε.” ὡς δὲ ταῦτα εἶπεν, εἷλκε μὲν ἀπὸ τοῦ βωμοῦ ὁ Σάτυρος, εἷλκον δὲ οἱ ὑπηρέται. ὁ δὲ Θηραμένης ὥσπερ εἰκὸς καὶ θεοὺς ἐπεκαλεῖτο καὶ ἀνθρώπους καθορᾶν τὰ γιγνόμενα. ἡ δὲ βουλὴ ἡσυχίαν εἶχεν, ὁρῶσα καὶ τοὺς ἐπὶ τοῖς δρυφάκτοις ὁμοίους Σατύρῳ καὶ τὸ ἔμπροσθεν τοῦ βουλευτηρίου πλῆρες τῶν φρουρῶν, καὶ οὐκ ἀγνοοῦντες ὅτι ἐγχειρίδια ἔχοντες παρῆσαν. οἱ δ’ ἀπήγαγον τὸν ἄνδρα διὰ τῆς ἀγορᾶς μάλα μεγάλῃ τῇ φωνῇ δηλοῦντα οἷα ἔπασχε. λέγεται δ’ ἓν ῥῆμα καὶ τοῦτο αὐτοῦ. ὡς εἶπεν ὁ Σάτυρος ὅτι οἰμώξοιτο, εἰ μὴ σιωπήσειεν, ἐπήρετο· “Ἂν δὲ σιωπῶ, οὐκ ἄρ’,” ἔφη, “οἰμώξομαι;” καὶ ἐπεί γε ἀποθνῄσκειν ἀναγκαζόμενος τὸ κώνειον ἔπιε, τὸ λειπόμενον ἔφασαν ἀποκοτταβίσαντα εἰπεῖν αὐτόν· “Κριτίᾳ τοῦτ’ ἔστω τῷ καλῷ.” καὶ τοῦτο μὲν οὐκ ἀγνοῶ, ὅτι ταῦτα ἀποφθέγματα οὐκ ἀξιόλογα, ἐκεῖνο δὲ κρίνω τοῦ ἀνδρὸς ἀγαστόν, τὸ τοῦ θανάτου παρεστηκότος μήτε τὸ φρόνιμον μήτε τὸ παιγνιῶδες ἀπολιπεῖν ἐκ τῆς ψυχῆς. |
δρύφακτος, ὁ - railing ἐγχειρίδιον, τό - dagger οἰμιζω - (here) I suffer κώνειον, τό - hemlock ἀποκοτταβίζω - I fling away ἀπόφθεγμα, ατος, τό - utterance ἀγαστος, η, ον - worthy of admiration παιγνιῶδες, τό - sense of humour |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- μέν…δέ... (sentence 309)
- articular infinitive (sentence 309)
- circumstantial participles (sentence 307)
- relative clauses (sentence 307, 308)
- deictic iota (sentence 307)