Home >  Passages > Xenophon Economics 3.10-12
Some men try to live co-operatively with their wives: but whose fault is it when they go wrong? |
ἔχω δ’ ἐπιδεῖξαι καὶ γυναιξὶ ταῖς γαμεταῖς τοὺς μὲν οὕτω χρωμένους ὥστε συνεργοὺς ἔχειν αὐτὰς εἰς τὸ συναύξειν τοὺς οἴκους, τοὺς δὲ ᾗ ὅτι πλεῖστον λυμαίνονται. καὶ τούτου πότερα χρή, ὦ Σώκρατες, τὸν ἄνδρα αἰτιᾶσθαι ἢ τὴν γυναῖκα; πρόβατον μέν, ἔφη ὁ Σωκράτης, ὡς ἐπὶ τὸ πολὺ ἂν κακῶς ἔχῃ, τὸν νομέα αἰτιώμεθα, καὶ ἵππος ὡς ἐπὶ τὸ πολὺ ἂν κακουργῇ, τὸν ἱππέα κακίζομεν· τῆς δὲ γυναικός, εἰ μὲν διδασκομένη ὑπὸ τοῦ ἀνδρὸς τἀγαθὰ κακοποιεῖ, ἴσως δικαίως ἂν ἡ γυνὴ τὴν αἰτίαν ἔχοι· εἰ δὲ μὴ διδάσκων τὰ καλὰ κἀγαθὰ ἀνεπιστήμονι τούτων χρῷτο, ἆρ’ οὐ δικαίως ἂν ὁ ἀνὴρ τὴν αἰτίαν ἔχοι; πάντως δ’, ἔφη, ὦ Κριτόβουλε (φίλοι γάρ ἐσμεν οἱ παρόντες) ἀπαληθεῦσαι δεῖ πρὸς ἡμᾶς. ἔστιν ὅτῳ ἄλλῳ τῶν σπουδαίων πλείω ἐπιτρέπεις ἢ τῇ γυναικί; |
συναυξάνω to increase νομευς ὁ - shepherd ἀνεπιστήμων - ignorant ἀπαληθεύω - to tell the truth |
(1B 2 2005) |
Download a pdf of this passage
Constructions illustrated in this passage: