Home >  Passages > Sophocles Oedipus Coloneus 1291-1307

Polyneices explains his actions
ἃ δ’ ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ.
γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς,
τοῖς σοῖς πανάρχοις οὕνεκ’ ἐνθακεῖν θρόνοις
γονῇ πεφυκὼς ἠξίουν γεραίτερος.
ἀνθ’ ὧν μ’ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος,
γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ
οὔτ’ εἰς ἔλεγχον χειρὸς οὐδ’ ἔργου μολών,
πόλιν δὲ πείσας. ὧν ἐγὼ μάλιστα μὲν
τὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω.
ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω.
ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν,
λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας
ἔστησ’ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας
πρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει,
ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον
ξὺν τοῖσδ’ ἀγείρας ἢ θάνοιμι πανδίκως
ἢ τοὺς τάδ’ ἐκπράξαντας ἐκβάλοιμι γῆς.
ἐνθακεῖν - to sit on
Ἀπίας = Ἀργείας
(1B 2 1998)

Download a pdf of this passage


Constructions illustrated in this passage: