Home >  Passages > Plato Protagoras 310b-d
Socrates has an unexpected visit |
τῆς γὰρ παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, ὁ Ἀπολλοδώρου ὑὸς Φάσωνος δὲ ἀδελφός, τὴν θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἔκρουε, καὶ ἐπειδὴ αὐτῷ ἀνέῳξέ τις, εὐθὺς εἴσω ᾔει ἐπειγόμενος, καὶ τῇ φωνῇ μέγα λέγων, “ὦ Σώκρατες,” ἔφη, “ἐγρήγορας ἢ καθεύδεις;” καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτοῦ, “Ἱπποκράτης,” ἔφην, “οὗτος· μή τι νεώτερον ἀγγέλλεις;” “οὐδέν γ᾽,” ἦ δ᾽ ὅς, “εἰ μὴ ἀγαθά γε.” “εὖ ἂν λέγοις,” ἦν δ᾽ ἐγώ· “ἔστι δὲ τί, καὶ τοῦ ἕνεκα τηνικάδε ἀφίκου;” “Πρωταγόρας,” ἔφη, “ἥκει,” στὰς παρ᾽ ἐμοί. “πρῴην,” ἔφην ἐγώ· “σὺ δὲ ἄρτι πέπυσαι;” “νὴ τοὺς θεούς,” ἔφη, “ἑσπέρας γε.” καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος ἐκαθέζετο παρὰ τοὺς πόδας μου, καὶ εἶπεν· “ἑσπέρας δῆτα, μάλα γε ὀψὲ ἀφικόμενος ἐξ Οἰνόης. ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα· καὶ δῆτα μέλλων σοι φράζειν ὅτι διωξοίμην αὐτόν, ὑπό τινος ἄλλου ἐπελαθόμην. ἐπειδὴ δὲ ἦλθον καὶ δεδειπνηκότες ἦμεν καὶ ἐμέλλομεν ἀναπαύεσθαι, τότε μοι ἁδελφὸς λέγει ὅτι ἥκει Πρωταγόρας. καὶ ἔτι μὲν ἐνεχείρησα εὐθὺς παρὰ σὲ ἰέναι, ἔπειτά μοι λίαν πόρρω ἔδοξε τῶν νυκτῶν εἶναι· ἐπειδὴ δὲ τάχιστά με ἐκ τοῦ κόπου ὁ ὕπνος ἀνῆκεν, εὐθὺς ἀναστὰς οὕτω δεῦρο ἐπορευόμην.” |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- the genitive of time or place within which (sentence 191)
- deictic iota (sentence 191)