Home >  Passages > Plato Euthyphro 7a-c

Socrates establishes what is holy, what is unholy, and which kinds of disagreements lead to hatred and anger.
Σωκράτης: φέρε δή, ἐπισκεψώμεθα τί λέγομεν. τὸ μὲν θεοφιλές τε καὶ θεοφιλὴς ἄνθρωπος ὅσιος, τὸ δὲ θεομισὲς καὶ ὁ θεομισὴς ἀνόσιος· οὐ ταὐτὸν δ’ ἐστίν, ἀλλὰ τὸ ἐναντιώτατον, τὸ ὅσιον τῷ ἀνοσίῳ· οὐχ οὕτως;
Εὐθύφρων:οὕτω μὲν οὖν.
Σωκράτης:καὶ εὖ γε φαίνεται εἰρῆσθαι;
Εὐθύφρων:δοκῶ, ὦ Σώκρατες.
Σωκράτης:οὐκοῦν καὶ ὅτι στασιάζουσιν οἱ θεοί, ὦ Εὐθύφρων, καὶ διαφέρονται ἀλλήλοις καὶ ἔχθρα ἐστὶν ἐν αὐτοῖς πρὸς ἀλλήλους, καὶ τοῦτο εἴρηται;
Εὐθύφρων: εἴρηται γάρ.
Σωκράτης:ἔχθραν δὲ καὶ ὀργάς, ὦ ἄριστε, ἡ περὶ τίνων διαφορὰ ποιεῖ; ὧδε δὲ σκοπῶμεν. ἆρ’ ἂν εἰ διαφεροίμεθα ἐγώ τε καὶ σὺ περὶ ἀριθμοῦ ὁπότερα πλείω, ἡ περὶ τούτων διαφορὰ ἐχθροὺς ἂν ἡμᾶς ποιοῖ καὶ ὀργίζεσθαι ἀλλήλοις, ἢ ἐπὶ λογισμὸν ἐλθόντες περί γε τῶν τοιούτων ταχὺ ἂν ἀπαλλαγεῖμεν;
Εὐθύφρων:πάνυ γε.
Σωκράτης:οὐκοῦν καὶ περὶ τοῦ μείζονος καὶ ἐλάττονος εἰ διαφεροίμεθα, ἐπὶ τὸ μετρεῖν ἐλθόντες ταχὺ παυσαίμεθ’ ἂν τῆς διαφορᾶς;
Εὐθύφρων: ἔστι ταῦτα.
στασιάζω: disagree
λογισμός: here, arithmetic
ἀπαλλάσσω: here, ‘to be reconciled’
(1A 2 2013)

Download a pdf of this passage


This passage has no constructions associated with it yet