Home >  Passages > Homer Odyssey 19.467-484

The nurse realises who she's tending to; Odysseus is not best pleased
τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
γνῶ ῥ’ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
ἂψ δ’ ἑτέρωσ’ ἐκλίθη· τὸ δ’ ἐπὶ χθονὸς ἐξέχυθ’ ὕδωρ.
τὴν δ’ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·

“ἦ μάλ’ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σ’ ἐγώ γε
πρὶν ἔγνων, πρὶν πάντα ἄνακτ’ ἐμὸν ἀμφαφάασθαι.”

ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
ἡ δ’ οὔτ’ ἀθρῆσαι δύνατ’ ἀντίη οὔτε νοῆσαι·
τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
χείρ’ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
τῇ δ’ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.

“μαῖα, τίη μ’ ἐθέλεις ὀλέσαι; σὺ δέ μ’ ἔτρεφες αὐτὴ
τῷ σῷ ἐπὶ μαζῷ· νῦν δ’ ἄλγεα πολλὰ μογήσας
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
(1A 1 2009 Seen)

Download a pdf of this passage


Constructions illustrated in this passage: