Home >  Passages > Homer Odyssey 15 265-281

Telemachus befriends a refugee
τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
“τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ’ ἀτρεκέως ἀγορεύσω.
ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,
εἴ ποτ’ ἔην· νῦν δ’ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.”
τὸν δ’ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
“οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
Ἄργος ἀν’ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
φεύγω, ἐπεί νύ μοι αἶσα κατ’ ἀνθρώπους ἀλάλησθαι.
ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.”
τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
“οὐ μὲν δή σ’ ἐθέλοντά γ’ ἀπώσω νηὸς ἐΐσης,
ἀλλ’ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κ’ ἔχωμεν.”
δήν - long ago
ἀλάλησθαι - to wander
(1B 2 1999)

Download a pdf of this passage


Constructions illustrated in this passage: