Home >  Passages > Homer Odyssey 8 62-82
A bard is brought in to sing to the Phaeacians |
κῆρυξ δ’ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν, τὸν πέρι μοῦσ’ ἐφίλησε, δίδου δ’ ἀγαθόν τε κακόν τε· ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ ἡδεῖαν ἀοιδήν. τῷ δ’ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας· κὰδ δ’ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι κῆρυξ· πὰρ δ’ ἐτίθει κάνεον καλήν τε τράπεζαν, πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι. οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, μοῦσ’ ἄρ’ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν, οἴμης τῆς τότ’ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε, νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος, ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δ’ ἀνδρῶν Ἀγαμέμνων χαῖρε νόῳ, ὅ τ’ ἄριστοι Ἀχαιῶν δηριόωντο. ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ ἐν ἠγαθέῃ, ὅθ’ ὑπέρβη λάινον οὐδὸν χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς. |
Download a pdf of this passage
This passage has no constructions associated with it yet