Home >  Passages > Homer Odyssey 8 214-234
Odysseus recounts his skills |
πάντα γὰρ οὐ κακός εἰμι, μετ’ ἀνδράσιν ὅσσοι ἄεθλοι· εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι· πρῶτός κ’ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθ’ Ἀχαιοί. τῶν δ’ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι, ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, οὔθ’ Ἡρακλῆι οὔτ’ Εὐρύτῳ Οἰχαλιῆι, οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων. τῷ ῥα καὶ αἶψ’ ἔθανεν μέγας Εὔρυτος, οὐδ’ ἐπὶ γῆρας ἵκετ’ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι. δουρὶ δ’ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.” ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. |
Download a pdf of this passage
This passage has no constructions associated with it yet