Home >  Passages > Homer Odyssey 7 244-58
Odysseus tells Arete how he reached Calypso's island Ogygia |
Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται· ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων. ἀλλ’ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. ἔνθ’ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· ἀλλ’ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν. |
ἐκέασσε - shattered ἀπέφθιθεν - died (3 pl.) τρόπις, ἡ - keel ἀγκάς (adv) - in my arms |
(1B 2 2005) |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- τις (sentence 120)
- the dative of time when or place at which (sentence 395)