Home >  Passages > Homer Odyssey 2 6-20
Telemachus marks his assembly debut with a dashing entrance |
αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς. οἱ μὲν ἐκήρυσσον, τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα. αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο, βῆ ῥ’ ἴμεν εἰς ἀγορήν, παλάμῃ δ’ ἔχε χάλκεον ἔγχος, οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. θεσπεσίην δ’ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη. τὸν δ’ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο· ἕζετο δ’ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες. τοῖσι δ’ ἔπειθ’ ἥρως Αἰγύπτιος ἦρχ’ ἀγορεύειν, ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη. καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ’ ἀντιθέῳ Ὀδυσῆι Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν, Ἄντιφος αἰχμητής· τὸν δ’ ἄγριος ἔκτανε Κύκλωψ ἐν σπῆι γλαφυρῷ, πύματον δ’ ὡπλίσσατο δόρπον. |
παλάμῃ - in his hand θηέομαι = Attic θεάομαι θῶκος, ὁ - seat κυφός, ή, όν - stooping |
(1B 2 2006) |
Download a pdf of this passage
Constructions illustrated in this passage: