Home >  Passages > Homer Iliad 24.314-332

Zeus sends a portent to Priam to speed him on his way to the Achaean camp
ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε μητίετα Ζεὺς
αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατον πετεηνῶν
μόρφνον θηρητῆρ’ ὃν καὶ περκνὸν καλέουσιν.
ὅσση δ’ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσ’ ἀραρυῖα,
τόσσ’ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι
δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες
γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
σπερχόμενος δ’ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
ἐκ δ’ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν
ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
καρπαλίμως κατὰ ἄστυ· φίλοι δ’ ἅμα πάντες ἕποντο
πόλλ’ ὀλοφυρόμενοι ὡς εἰ θάνατόνδε κιόντα.
οἳ δ’ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ’ ἀφίκοντο,
οἳ μὲν ἄρ’ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
παῖδες καὶ γαμβροί, τὼ δ’ οὐ λάθον εὐρύοπα Ζῆν
ἐς πεδίον προφανέντε· ἰδὼν δ’ ἐλέησε γέροντα,
αἶψα δ’ ἄρ’ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·
(1B 1 2001 Seen)

Download a pdf of this passage


This passage has no constructions associated with it yet