Home >  Passages > Homer Iliad 19.28-41

Thetis reassures Achilles about what will happen to Patroclus’ corpse. She will tend to it and ensure its preservation.
τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα
μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·
ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
αἰεὶ τῷ γ’ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.
ἀλλὰ σύ γ’ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
αἶψα μάλ’ ἐς πόλεμον θωρήσσεο, δύσεο δ’ ἀλκήν.
ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
Πατρόκλῳ δ’ αὖτ’ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
σμερδαλέα ἰάχων, ὦρσεν δ’ ἥρωας Ἀχαιούς.
μελόντων: imperative from μέλω
ἄλαλκέω: “ward off”
φῦλον, -ου, n.: “swarm”
μυῖα, -ας, f.: “fly”
ἀρηΐφάτος -ον: “slain in battle”
τελεσφόρος, -ον: “complete”
θωρήσσω: “put on armour”
ῥίς, ῥινός, f.: “nose”
θίς, θινός, m.: “shore”
σμερδαλέος, -α, -ον: “terrible”
(1A 1 2009)

Download a pdf of this passage


Constructions illustrated in this passage: