Home >  Passages > Homer Iliad 16.439-457
Hera warns Zeus |
τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; ἔρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃνδε δόμονδε, φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης· πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις. ἀλλ’ εἴ τοι φίλος ἐστί, τεὸν δ’ ὀλοφύρεται ἦτορ, ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ χέρσ’ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι· αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών, πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται, ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. |
(1B 1 2001) |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- exclamatory relatives (sentence 202)
- μή (sentence 492)
- the article as pronoun (sentence 493)