Home >  Passages > Homer Iliad 16.2-19

Achilles asks Patroclus why he is crying.
Πάτροκλος δ’ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,
ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη
νηπίη, ἥ θ’ ἅμα μητρὶ θέουσ’ ἀνελέσθαι ἀνώγει
εἱανοῦ ἁπτομένη, καί τ’ ἐσσυμένην κατερύκει,
δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ’ ἀνέληται·
τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,
ἦέ τιν’ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,
ζώει δ’ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;
τῶν κε μάλ’ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
ἦε σύ γ’ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται
νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
αἰγίλιψ, -ιπος: “steep”
δνοφερός, -ή, -όν: “dark”
εἱανός, -οῦ, ὁ: “dress”, “fine robe”
πιφαύσκω: “declare”
μάν: = μήν
(1B 1 2009)

Download a pdf of this passage


Constructions illustrated in this passage: