Home >  Passages > Homer Iliad 3.225-242

Priam asks Helen to identify some more Achaeans
τὸ τρίτον αὖτ’ Αἴαντα ἰδὼν ἐρέειν’ ὃ γεραιός·
τίς τ’ ἀρ’ ὅδ’ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;
τὸν δ’ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
οὗτος δ’ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·
Ἰδομενεὺς δ’ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
ἕστηκ’, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.
νῦν δ’ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,
οὕς κεν ἐῢ γνοίην καί τ’ οὔνομα μυθησαίμην·
δοιὼ δ’ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
Κάστορά θ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,
ἢ δεύρω μὲν ἕποντο νέεσσ’ ἔνι ποντοπόροισι,
νῦν αὖτ’ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ’ ἅ μοί ἐστιν.
(1B 1 2005 Seen)

Download a pdf of this passage


Constructions illustrated in this passage: