Home >  Passages > Homer Iliad 1.23-42
Agamemnon’s curse angers Chryses, who prays to Apollo for vengeance |
ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε· μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω ἢ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰόντα, μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο· τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν· ἀλλ’ ἴθι μή μ’ ἐρέθιζε σαώτερος ὥς κε νέηαι. ὣς ἔφατ’, ἔδεισεν δ’ ὃ γέρων καὶ ἐπείθετο μύθῳ· βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης· πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ ὃ γεραιὸς Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ· κλῦθί μευ ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις, Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα, ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα ταύρων ἠδ’ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ· τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. |
(1B Seen) |
Download a pdf of this passage
This passage has no constructions associated with it yet