Home >  Passages > Homeric Hymn to Hermes 4.254-272

Apollo challenges the new-born Hermes with knowing about his missing cattle
ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς
θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθ’ οὐ κατὰ κόσμον.
ῥίψω γάρ σε βαλὼν ἐς Τάρταρον ἠερόεντα,
ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ
ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλ’ ὑπὸ γαίῃ
ἐρρήσεις ὀλίγοισι μετ’ ἀνδράσιν ἡγεμονεύων.
Τὸν δ’ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;
καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ’ ἱκάνεις;
οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα·
οὐκ ἂν μηνύσαιμ’, οὐκ ἂν μήνυτρον ἀροίμην·
οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα.
οὐδ’ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν·
ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς
σπάργανά τ’ ἀμφ’ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.
μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη·
καί κεν δὴ μέγα θαῦμα μετ’ ἀθανάτοισι γένοιτο,
παῖδα νέον γεγαῶτα διὰ προθύροιο περῆσαι
βουσὶ μετ’ ἀγραύλοισι· τὸ δ’ ἀπρεπέως ἀγορεύεις.
λίκνον - (here) cradle
μηνύω - disclose
σπάργανα - baby-clothes
(1B 1 2003)

Download a pdf of this passage


This passage has no constructions associated with it yet