Home >  Passages > Euripides Medea 869-894

Medea tells Jason she repents of her previous words
Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν
εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.
ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην
κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι
καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι
πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,
γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
θυμοῦ — τί πάσχω; — θεῶν ποριζόντων καλῶς;
οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα
φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
ταῦτ’ ἐννοηθεῖσ’ ᾐσθόμην ἀβουλίαν
πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
νῦν οὖν ἐπαινῶ σωφρονεῖν τέ μοι δοκεῖς
κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων,
ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων
καὶ ξυμπεραίνειν καὶ παρεστάναι λέχει
νύμφῃ τε κηδεύουσαν ἥδεσθαι σέθεν.
ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι φύσιν,
οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.
παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε.
(1A Seen)

Download a pdf of this passage


Constructions illustrated in this passage: