Home >  Passages > Euripides Medea 866-975

Fourth episode: Jason returns and Medea convinces him that she now repents her earlier words. He agrees to ask Creon not to exile the children and Medea gives the children gifts to present to Creon's daughter.
Ἰάσωνἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς
οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι·
τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι;
ΜήδειαἸᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν870
εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.
ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην
κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι
καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι875
πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,
γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
θυμοῦ — τί πάσχω; — θεῶν ποριζόντων καλῶς;
οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα880
φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
ταῦτ’ ἐννοηθεῖσ’ ᾐσθόμην ἀβουλίαν
πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
νῦν οὖν ἐπαινῶ σωφρονεῖν τέ μοι δοκεῖς
κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων,885
ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων
καὶ ξυμπεραίνειν καὶ παρεστάναι λέχει
νύμφῃ τε κηδεύουσαν ἥδεσθαι σέθεν.
ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι φύσιν,890
οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.
παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε.
ὦ τέκνα τέκνα, δεῦρο, λείπετε στέγας,
ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε895
πατέρα μεθ’ ἡμῶν καὶ διαλλάχθηθ’ ἅμα
τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·
σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν
ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.900
ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον
φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ,
ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
ὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων.905
Χορόςκἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·
καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.
Ἰάσωναἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι·
εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος
γάμου †παρεμπολῶντος† ἀλλοίου πόσει.910
ἀλλ’ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ,
ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ,
βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.
ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ
πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·915
οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας
τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.
ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται
πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής.
ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος920
μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.
αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,
στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;
κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
Μήδειαοὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι.925
Ἰάσωνθάρσει νυν· εὖ γὰρ τῶνδε θήσομαι πέρι.
Μήδειαδράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις·
γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.
Ἰάσωντί δή, τάλαινα, τοῖσδ’ ἐπιστένεις τέκνοις;
Μήδειαἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα,930
ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε.
ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους,
τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι.
ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ
(κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς,935
μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς
ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις)
ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαροῦμεν φυγῇ,
παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί,
αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.940
Ἰάσωνοὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.
Μήδειασὺ δ’ ἀλλὰ σὴν κέλευσον ἄντεσθαι πατρὸς
γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.
Ἰάσωνμάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ.
Μήδειαεἴπερ γυναικῶν <γ’> ἐστι τῶν ἄλλων μία.945
συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·
πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεται
τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολὺ
[λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον]
παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν950
κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία,
ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτου
κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος
πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.955
λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας
καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε
φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.
Ἰάσωντί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;
δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,960
δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε.
εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς
γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ.
Μήδειαμή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·
χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.965
κείνης ὁ δαίμων κεῖνα νῦν αὔξει θεός,
νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς
ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον.
ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους
πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν,970
ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,
κόσμον διδόντες· τοῦδε γὰρ μάλιστα δεῖ,
ἐς χεῖρ’ ἐκείνην δῶρα δέξασθαι τάδε.
ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν
εὐάγγελοι γένοισθε πράξαντες καλῶς.975

Download a pdf of this passage


This passage has no constructions associated with it yet