Ἰάσων | γυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης, | |
| ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένη | |
| Μήδεια τοισίδ’ ἢ μεθέστηκεν φυγῇ; | 1295 |
| δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω | |
| ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος, | |
| εἰ μὴ τυράννων δώμασιν δώσει δίκην. | |
| πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸς | |
| ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων; | 1300 |
| ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω· | |
| κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς, | |
| ἐμῶν δὲ παίδων ἦλθον ἐκσώσων βίον, | |
| μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει, | |
| μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον. | 1305 |
Χορός | ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας, | |
| Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους. | |
Ἰάσων | τί δ’ ἔστιν; οὔ που κἄμ’ ἀποκτεῖναι θέλει; | |
Χορός | παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν. | |
Ἰάσων | οἴμοι, τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι. | 1310 |
Χορός | ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή. | |
Ἰάσων | ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ’ξωθεν δόμων; | |
Χορός | πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον. | |
Ἰάσων | χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι, | |
| ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν, | 1315 |
| τοὺς μὲν θανόντας, τὴν δὲ τείσωμαι δίκην. | |
Μήδεια | τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας, | |
| νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην; | |
| παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις, | |
| λέγ’ εἴ τι βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ· | 1320 |
| τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρ | |
| δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός. | |
Ἰάσων | ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναι | |
| θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει, | |
| ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος | 1325 |
| ἔτλης τεκοῦσα κἄμ’ ἄπαιδ’ ἀπώλεσας. | |
| καὶ ταῦτα δράσασ’ ἥλιόν τε προσβλέπεις | |
| καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον; | |
| ὄλοι’. ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν, | |
| ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸς | 1330 |
| Ἕλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα, | |
| πατρός τε καὶ γῆς προδότιν ἥ σ’ ἐθρέψατο. | |
| τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί· | |
| κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον | |
| τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος. | 1335 |
| ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ | |
| παρ’ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα, | |
| εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας. | |
| οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ | |
| ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ | 1340 |
| γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί, | |
| λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος | |
| Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν. | |
| ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσιν | |
| δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος· | 1345 |
| ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε. | |
| ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα, | |
| ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι, | |
| οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην | |
| ἕξω προσειπεῖν ζῶντας ἀλλ’ ἀπώλεσα. | 1350 |
Μήδεια | μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίον | |
| λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο | |
| οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω· | |
| σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη | |
| τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοὶ | 1355 |
| οὐδ’ ἡ τύραννος, οὐδ’ ὅ σοι προσθεὶς γάμους | |
| Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός. | |
| πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει | |
| καὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέτραν· | |
| τῆς σῆς γὰρ ὡς χρῆν καρδίας ἀνθηψάμην. | 1360 |
Ἰάσων | καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ. | |
Μήδεια | σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς. | |
Ἰάσων | ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε. | |
Μήδεια | ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ. | |
Ἰάσων | οὔτοι νιν ἡμὴ δεξιά γ’ ἀπώλεσεν. | 1365 |
Μήδεια | ἀλλ’ ὕβρις οἵ τε σοὶ νεοδμῆτες γάμοι. | |
Ἰάσων | λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν; | |
Μήδεια | σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς; | |
Ἰάσων | ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά. | |
Μήδεια | οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται. | 1370 |
Ἰάσων | οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες. | |
Μήδεια | ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί. | |
Ἰάσων | ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα. | |
Μήδεια | στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν. | |
Ἰάσων | καὶ μὴν ἐγὼ σήν· ῥᾴδιοι δ’ ἀπαλλαγαί. | 1375 |
Μήδεια | πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω. | |
Ἰάσων | θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες. | |
Μήδεια | οὐ δῆτ’, ἐπεί σφας τῇδ’ ἐγὼ θάψω χερί, | |
| φέρουσ’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ, | |
| ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ | 1380 |
| τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφου | |
| σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν | |
| τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου. | |
| αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως, | |
| Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος. | 1385 |
| σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς, | |
| Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος, | |
| πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών. | |
Ἰάσων | ἀλλά σ’ Ἐρινὺς ὀλέσειε τέκνων | |
| φονία τε Δίκη. | 1390 |
Μήδεια | τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων, | |
| τοῦ ψευδόρκου καὶ ξειναπάτου; | |
Ἰάσων | φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ. | |
Μήδεια | στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον. | |
Ἰάσων | στείχω, δισσῶν γ’ ἄμορος τέκνων. | 1395 |
Μήδεια | οὔπω θρηνεῖς· μένε καὶ γῆρας. | |
Ἰάσων | ὦ τέκνα φίλτατα. | |
Μήδεια | μητρί γε, σοὶ δ’ οὔ. | |
Ἰάσων | κἄπειτ’ ἔκανες; | |
Μήδεια | σέ γε πημαίνουσ’. | |
Ἰάσων | ὤμοι, φιλίου χρῄζω στόματος | |
| παίδων ὁ τάλας προσπτύξασθαι. | 1400 |
Μήδεια | νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ, | |
| τότ’ ἀπωσάμενος. | |
Ἰάσων | δός μοι πρὸς θεῶν | |
| μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων. | |
Μήδεια | οὐκ ἔστι· μάτην ἔπος ἔρριπται. | |
Ἰάσων | Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’ | 1405 |
| οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς | |
| καὶ παιδοφόνου τῆσδε λεαίνης; | |
| ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαι | |
| τάδε καὶ θρηνῶ κἀπιθεάζω, | |
| μαρτυρόμενος δαίμονας ὥς μοι | 1410 |
| τέκνα κτείνασ’ ἀποκωλύεις | |
| ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς, | |
| οὓς μήποτ’ ἐγὼ φύσας ὄφελον | |
| πρὸς σοῦ φθιμένους ἐπιδέσθαι. | |
[Χορός | πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ, | 1415 |
| πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· | |
| καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, | |
| τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. | |
| τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.] | |