Home >  Passages > Euripides Medea 1116-1250

Sixth Episode
Μήδειαφίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην
καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.
καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον
δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.1120
Ἄγγελος [ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη,]
Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν
λιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ.
Μήδεια τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;
Ἄγγελος ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη1125
Κρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο.
Μήδεια κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις
τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.
Ἄγγελοςτί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,
ἥτις, τυράννων ἑστίαν ᾐκισμένη,1130
χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;
Μήδεια ἔχω τι κἀγὼ τοῖσι σοῖς ἐναντίον
λόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου, φίλος,
λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.1135
Ἄγγελοςἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους,
ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος
σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.1140
κυνεῖ δ’ ὁ μέν τις χεῖρ’, ὁ δὲ ξανθὸν κάρα
παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην.
δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,1145
πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα·
ἔπειτα μέντοι προυκαλύψατ’ ὄμματα
λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα,
παίδων μυσαχθεῖσ’ εἰσόδους. πόσις δὲ σὸς
ὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδος,1150
λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,
παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,
φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν,
δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’ ἐμὴν χάριν;1155
ἡ δ’, ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας σέθεν
λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις1160
λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,
ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεται
στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,
δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις1165
τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν·
χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.1170
καί τις γεραιὰ προσπόλων, δόξασά που
ἢ Πανὸς ὀργὰς ἤ τινος θεῶν μολεῖν,
ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμα
χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο
κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ·1175
εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
κωκυτόν. εὐθὺς δ’ ἡ μὲν ἐς πατρὸς δόμους
ὥρμησεν, ἡ δὲ πρὸς τὸν ἀρτίως πόσιν,
φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
στέγη πυκνοῖσιν ἐκτύπει δραμήμασιν.1180
ἤδη δ’ ἑλίσσων κῶλον ἑκπλέθρου δρόμου
ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,
ὅτ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
δεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο.
διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο·1185
χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
λευκὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη,1190
σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε,
ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως
σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην
ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη,1195
πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου
ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ1200
γνάθοις ἀδήλοις φαρμάκων ἀπέρρεον,
δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν
νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
ἄφνω παρελθὼν δῶμα προσπίτνει νεκρῷ .1205
ᾤμωξε δ’ εὐθὺς καὶ περιπτύξας χέρας
κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ,
τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσεν;
τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.1210
ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης
λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα·
ὁ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ,1215
ἡ δ’ ἀντελάζυτ’· εἰ δὲ πρὸς βίαν ἄγοι,
σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.
χρόνῳ δ’ ἀπέστη καὶ μεθῆχ’ ὁ δύσμορος
ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.
κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ1220
πέλας, ποθεινὴ δακρύοισι συμφορά.
καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
γνώσῃ γὰρ αὐτὴ ζημίας ἐπιστροφήν.
τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν1225
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
τούτους μεγίστην μωρίαν ὀφλισκάνειν.
θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος
ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.1230
Χορόςἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳ
κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.
[ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,
κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους
οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος.]1235
Μήδειαφίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι
παῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός,
καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα
ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.
πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,1240
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
ἀλλ’ εἶ’ ὁπλίζου, καρδία· τί μέλλομεν
τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,1245
καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων,
ὡς φίλταθ’, ὡς ἔτικτες, ἀλλὰ τήνδε γε
λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν
κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως
φίλοι γ’ ἔφυσαν· δυστυχὴς δ’ ἐγὼ γυνή.1250

Download a pdf of this passage


This passage has no constructions associated with it yet