Home >  Passages > Euripides Medea 1002-1080

Fifth Episode: The Tutor announces that the gifts have been delivered and is surprised by Medea's reaction to the news. Medea addresses her children and wavers, but ends up certain of her plans.
Παιδαγωγόςδέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοι φυγῆς,
καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
ἔα.
τί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς;1005
[τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα
κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;]
Μήδεια αἰαῖ
Παιδαγωγός τάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.
Μήδεια αἰαῖ μάλ’ αὖθις.
Παιδαγωγός μῶν τιν’ ἀγγέλλων τύχην
οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου;1010
Μήδειαἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.
Παιδαγωγόςτί δαὶ κατηφὲς ὄμμα καὶ δακρυρροεῖς;
Μήδειαπολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ
κἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην.
Παιδαγωγός θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.1015
Μήδειαἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ.
Παιδαγωγόςοὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων·
κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.
Μήδειαδράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσω
καὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν.1020
ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις
καὶ δῶμ’, ἐν ᾧ λιπόντες ἀθλίαν ἐμὲ
οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι·
ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,1025
πρὶν λουτρὰ καὶ γυναῖκα καὶ γαμηλίους
εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν.
ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην,
ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις,1030
στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας.
ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ1035
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμόν.
ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις
ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;1040
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται,
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα
τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς.1045
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
οὐ δῆτ’ ἔγωγε· χαιρέτω βουλεύματα.
καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν
ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;1050
τολμητέον τάδ’; ἀλλὰ τῆς ἐμῆς κάκης
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ.1055
ἆ ἆ.
μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε·
ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων·
ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας,
οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ1060
παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.
καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ1065
νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ.
ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδὸν
καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
παῖδας προσειπεῖν βούλομαι· δότ’, ὦ τέκνα,
δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.1070
ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,
εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε
πατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή,
ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων.1075
χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν
οἵα τε †πρὸς ὑμᾶς† ἀλλὰ νικῶμαι κακοῖς.
καὶ μανθάνω μὲν οἷα τολμήσω κακά,
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.1080

Download a pdf of this passage


This passage has no constructions associated with it yet