Home >  Passages > Euripides Bacchae 43-61

The god Dionysus explains why he has come to the city of Thebes.
Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα
Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,
ὃς θεομαχεῖ τὰ κατ’ ἐμὲ καὶ σπονδῶν ἄπο
ὠθεῖ μ’, ἐν εὐχαῖς τ’ οὐδαμοῦ μνείαν ἔχει.
ὧν οὕνεκ’ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι
πᾶσίν τε Θηβαίοισιν. ἐς δ’ ἄλλην χθόνα,
τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,
δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις
ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν
ζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν.
ὧν οὕνεκ’ εἶδος θνητὸν ἀλλάξας ἔχω
μορφήν τ’ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.
ἀλλ’, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας,
θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων
ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,
αἴρεσθε τἀπιχώρι’ ἐν πόλει Φρυγῶν
τύμπανα, Ῥέας τε μητρὸς ἐμά θ’ εὑρήματα,
βασίλειά τ’ ἀμφὶ δώματ’ ἐλθοῦσαι τάδε
κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.
μνεία, -ας, f.: “remembrance”, “mention”
τἀνθένδε = τὰ ἐνθένδε
ἤν=ἐάν
Τμῶλος, -ου, m.: “Mount Tmolos”
ἔρυμα, -ατος, n.: “stronghold”
θίασος, -ου, m.: “Bacchic troupe”
πάρεδρος, -ον: “associate”
ξυνέμπορος, -ου, m. or f.: “companion”
ἐπιχώριος, -α, -ον “native”
τύπανον, -ου, n.: “drum”
(1A 2 2009)

Download a pdf of this passage


Constructions illustrated in this passage: