Home >  Passages > Euripides Alcestis 779-793

Advice from Herakles: enjoy life while you can
δεῦρ’ ἔλθ’, ὅπως ἂν καὶ σοφώτερος γένῃ.
τὰ θνητὰ πράγμαθ’ ἥντιν’ οἶσθ’ ἔχει φύσιν;
οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου.
βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·
τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,
κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνῃ.
ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα
εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέραν
βίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης.
τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν
Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.
τὰ δ’ ἄλλ’ ἔασον πάντα καὶ πιθοῦ λόγοις
ἐμοῖσιν, εἴπερ ὀρθά σοι δοκῶ λέγειν.
(1B 2 2006)

Download a pdf of this passage


Constructions illustrated in this passage: