Home >  Passages > Demosthenes Third Philippic 9.25–27

Demosthenes catalogues Philip of Macedon’s recent military and political victories to prove that nothing in Greek history can compare to his recent injustices.
καίτοι πάνθ’ ὅσ’ ἐξημάρτηται καὶ Λακεδαιμονίοις ἐν τοῖς τριάκοντ’ ἐκείνοις ἔτεσιν καὶ τοῖς ἡμετέροις προγόνοις ἐν τοῖς ἑβδομήκοντα, ἐλάττον’ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, ὧν Φίλιππος ἐν τρισὶ καὶ δέκ’ οὐχ ὅλοις ἔτεσιν, οἷς ἐπιπολάζει, ἠδίκηκε τοὺς Ἕλληνας, μᾶλλον δ’ οὐδὲ μέρος τούτων ἐκεῖνα.

Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ, ἃς ἁπάσας οὕτως ὠμῶς ἀνῄρηκεν ὥστε μηδ’ εἰ πώποτ’ ᾠκήθησαν προσελθόντ’ εἶναι ῥᾴδιον εἰπεῖν· καὶ τὸ Φωκέων ἔθνος τοσοῦτον ἀνῃρημένον σιωπῶ.

ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πολιτείας καὶ τὰς πόλεις αὐτῶν παρῄρηται καὶ τετραρχίας κατέστησεν, ἵνα μὴ μόνον κατὰ πόλεις ἀλλὰ καὶ κατ’ ἔθνη δουλεύωσιν;

αἱ δ’ ἐν Εὐβοίᾳ πόλεις οὐκ ἤδη τυραννοῦνται, καὶ ταῦτ’ ἐν νήσῳ πλησίον Θηβῶν καὶ Ἀθηνῶν; οὐ διαρρήδην εἰς τὰς ἐπιστολὰς γράφει “ἐμοὶ δ’ ἐστὶν εἰρήνη πρὸς τοὺς ἀκούειν ἐμοῦ βουλομένους”;

καὶ οὐ γράφει μὲν ταῦτα, τοῖς δ’ ἔργοις οὐ ποιεῖ, ἀλλ’ ἐφ’ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ’ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσεν πρώην, οὔθ’ ἡ Ἑλλὰς οὔθ’ ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου.
ἐπιπολάζω: “have the upper hand”, “prevail”
παραιρέομαι: “take away”, “remove” (cf. the use of ἀναιρέω above)
τετραρχίας: Philip appointed four leaders to assume control over the four long-established provinces of Thessaly
πρώην: “lately”, “just now”
χωρέω: here “have space for”, “contain”
(1B 1 2009)

Download a pdf of this passage


Constructions illustrated in this passage: